Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.168 Joseph. AJ 20.173 (English) >>Joseph. AJ 20.179

20.171Φῆλιξ δʼ ὡς ἐπύθετο ταῦτα, κελεύει τοὺς στρατιώτας ἀναλαβεῖν τὰ ὅπλα καὶ μετὰ πολλῶν ἱππέων τε καὶ πεζῶν ὁρμήσας ἀπὸ τῶν Ἱεροσολύμων προσβάλλει τοῖς περὶ τὸν Αἰγύπτιον, καὶ τετρακοσίους μὲν αὐτῶν ἀνεῖλεν, διακοσίους δὲ ζῶντας ἔλαβεν. 20.172 δʼ Αἰγύπτιος αὐτὸς διαδρὰς ἐκ τῆς μάχης ἀφανὴς ἐγένετο. πάλιν δʼ οἱ λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἠρέθιζον μηδὲν ὑπακούειν αὐτοῖς λέγοντες, καὶ τὰς τῶν ἀπειθούντων κώμας ἐμπιπράντες διήρπαζον. 20.173

Γίνεται δὲ καὶ τῶν Καισάρειαν οἰκούντων Ἰουδαίων στάσις πρὸς τοὺς ἐν αὐτῇ Σύρους περὶ ἰσοπολιτείας· οἱ μὲν γὰρ Ἰουδαῖοι πρωτεύειν ἠξίουν διὰ τὸ τὸν κτίστην τῆς Καισαρείας Ἡρώδην αὐτῶν βασιλέα γεγονέναι τὸ γένος Ἰουδαῖον, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασκον δὲ τὴν Καισάρειαν Στράτωνος πύργον τὸ πρότερον καλεῖσθαι καὶ τότε μηδένα γεγονέναι τῆς πόλεως αὐτῶν Ἰουδαῖον οἰκήτορα. 20.174ταῦτα ἀκούσαντες οἱ τῆς χώρας ἔπαρχοι λαβόντες ἀμφοτέρωθεν τοὺς αἰτίους τῆς στάσεως πληγαῖς ᾐκίσαντο καὶ τὴν ταραχὴν οὕτω κατέστειλαν πρὸς ὀλίγον. 20.175πάλιν γὰρ οἱ κατὰ τὴν πόλιν Ἰουδαῖοι τῷ πλούτῳ θαρροῦντες καὶ διὰ τοῦτο καταφρονοῦντες τῶν Σύρων ἐβλασφήμουν εἰς αὐτοὺς ἐρεθίσειν προσδοκῶντες. 20.176οἱ δὲ χρήμασιν μὲν ἡττώμενοι, μέγα δὲ φρονοῦντες ἐπὶ τῷ τοὺς πλείστους τῶν ὑπὸ Ῥωμαίοις ἐκεῖ στρατευομένων Καισαρεῖς εἶναι καὶ Σεβαστηνοὺς μέχρι μέν τινος καὶ αὐτοὶ τοὺς Ἰουδαίους λόγῳ ὕβριζον, εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὺς παρʼ ἀμφότερα τρωθῆναί τε καὶ πεσεῖν συνέβη· νικῶσί γε μὴν Ἰουδαῖοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.168 Joseph. AJ 20.173 (English) >>Joseph. AJ 20.179

Powered by PhiloLogic